Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.7A.1 | Hdt. 9.8.1 (English) | >>Hdt. 9.9.2 |
9.7B.1
ὑμεῖς δὲ ἐς πᾶσαν ἀρρωδίην τότε ἀπικόμενοι μὴ ὁμολογήσωμεν τῷ Πέρσῃ , ἐπείτε ἐξεμάθετε τὸ ἡμέτερον φρόνημα σαφέως , ὅτι οὐδαμὰ προδώσομεν τὴν Ἑλλάδα , καὶ διότι τεῖχος ὑμῖν διὰ τοῦ Ἰσθμοῦ ἐλαυνόμενον ἐν τέλεΐ ἐστι , καὶ δὴ λόγον οὐδένα τῶν Ἀθηναίων ποιέεσθε , συνθέμενοί τε ἡμῖν τὸν Πέρσην ἀντιώσεσθαι ἐς τὴν Βοιωτίην προδεδώκατε , περιείδετέ τε προεσβαλόντα ἐς τὴν Ἀττικὴν τὸν βάρβαρον .
9.7B.2 ἐς μέν νυν τὸ παρεὸν Ἀθηναῖοι ὑμῖν μηνίουσι · οὐ γὰρ ἐποιήσατε ἐπιτηδέως . νῦν δὲ ὅτι τάχος στρατιὴν ἅμα ἡμῖν ἐκέλευσαν ὑμέας ἐκπέμπειν , ὡς ἂν τὸν βάρβαρον δεκώμεθα ἐν τῇ Ἀττικῇ · ἐπειδὴ γὰρ ἡμάρτομεν τῆς Βοιωτίης , τῆς γε ἡμετέρης ἐπιτηδεότατον ἐστὶ μαχέσασθαι τὸ Θριάσιον πεδίον .”
ch. 8
9.8.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.7A.1 | Hdt. 9.8.1 (English) | >>Hdt. 9.9.2 |